Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.157 Joseph. AJ 17.162 (English) >>Joseph. AJ 17.167

17.160μέλλειν συνείσεσθαι τὸ ἐφομιλῆσον αὐτοῦ.” καὶ οἱ μὲν ταῦτα πάντες ἔλεγον οὐδὲν ἐλλιπεστέρᾳ τῇ τόλμῃ τοῦ λόγου χρώμενοι, θαρσήσαντες τὸ ἔργον πράττειν οὐκ ἀπετράποντο. βασιλεὺς δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς Ἱεριχοῦντα Ἰουδαίων τοὺς ἐν τέλει, 17.161καὶ παραγενομένων ἐξεκλησίασεν εἰς τὸ αὐτὸ θέατρον ἐπὶ κλινιδίου κείμενος ἀδυναμίᾳ τοῦ στῆναι, γωνεῖστων τε ἐφόσον αἵτινες ἦσαν ἐπʼ αὐτοὺς γεγονυῖαι ἀνηριθμεῖτο, 17.162καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοις. 17.163ἀνθʼ ὧν ἐλπίδα μὲν αὐτῷ γενέσθαι καὶ μεθὸ θάνοι καταλελείψεσθαι μνήμην τε αὐτοῦ καὶ εὔκλειαν. κατεβόα τε ἤδη, διότι μηδὲ ζῶντα ὑβρίζειν ἀπόσχοιντο εἰς αὐτόν, ἀλλʼ ἡμέρας τε καὶ ἐν ὄψει τῆς πληθύος ὕβρει χρωμένους ἅψασθαι τῶν ὑπʼ αὐτοῦ ἀνακειμένων καὶ καθαίρεσιν ὑβρίζοντάς τε ποιεῖσθαι, λόγῳ μὲν εἰς αὐτόν, ἀλήθειαν δὲ εἴ τις ἐξετάζοι τοῦ γεγονότος ἱεροσυλοῦντας. 17.164

Οἱ δὲ διὰ τὴν ὠμότητα αὐτοῦ, μὴ δὴ καὶ κατʼ αὐτῶν ἐξαγριώσας εἰσπράττοιτο τιμωρίαν, οὔτε γνώμῃ ἔφασαν αὐτὰ πεπρᾶχθαι τῇ αὐτῶν, φαίνεσθαί τε αὐτοῖς οὐκ ἀπηλλαγμένα κολάσεως αὐτὰ εἶναι. δὲ τοῖς μὲν ἄλλοις πραϋτέρως ἔσχεν, Ματθίαν δὲ τὸν ἀρχιερέα παύσας ἱερᾶσθαι ὡς αἴτιον τοῦ μέρους τούτων γεγονότα καθίστα Ἰωάζαρον ἀρχιερέα, ἀδελφὸν γυναικὸς τῆς αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.157 Joseph. AJ 17.162 (English) >>Joseph. AJ 17.167

Powered by PhiloLogic